Friday, February 21, 2014

Ησίοδος: Tα 5 Γένη

"...χρύσεον μὲν πρώτιστα γένος μερόπων ἀνθρώπων110ἀθάνατοι ποίησαν Ὀλύμπια δώματ᾽ ἔχοντες.
οἳ μὲν ἐπὶ Κρόνου ἦσαν, ὅτ᾽ οὐρανῷ ἐμβασίλευεν·
ὥστε θεοὶ δ᾽ ἔζωον ἀκηδέα θυμὸν ἔχοντες
νόσφιν ἄτερ τε πόνων καὶ ὀιζύος, οὐδέ τι δειλὸν
γῆρας ἐπῆν, αἰεὶ δὲ πόδας καὶ χεῖρας ὁμοῖοι
115τέρποντ᾽ ἐν θαλίῃσι, κακῶν ἔκτοσθεν ἁπάντων·
θνῇσκον δ᾽ ὥσθ᾽ ὕπνῳ δεδμημένοι· ἐσθλὰ δὲ πάντα
τοῖσιν ἔην· καρπὸν δ᾽ ἔφερε ζείδωρος ἄρουρα
αὐτομάτη πολλόν τε καὶ ἄφθονον· οἳ δ᾽ ἐθελημοὶ
119ἥσυχοι ἔργ᾽ ἐνέμοντο σὺν ἐσθλοῖσιν πολέεσσιν.121αὐτὰρ ἐπεὶ δὴ τοῦτο γένος κατὰ γαῖα κάλυψε,
τοὶ μὲν δαίμονες ἁγνοὶ ἐπιχθόνιοι τελέθουσιν
ἐσθλοί, ἀλεξίκακοι, φύλακες θνητῶν ἀνθρώπων,
{οἵ ῥα φυλάσσουσίν τε δίκας καὶ σχέτλια ἔργα
125ἠέρα ἑσσάμενοι πάντη φοιτῶντες ἐπ᾽ αἶαν,}
πλουτοδόται· καὶ τοῦτο γέρας βασιλήιον ἔσχον..."




"...μηκέτ᾽ ἔπειτ᾽ ὤφελλον ἐγὼ πέμπτοισι μετεῖναι175ἀνδράσιν, ἀλλ᾽ ἢ πρόσθε θανεῖν ἢ ἔπειτα γενέσθαι.
νῦν γὰρ δὴ γένος ἐστὶ σιδήρεον· οὐδέ ποτ᾽ ἦμαρ
παύσονται καμάτου καὶ ὀιζύος οὐδέ τι νύκτωρ
φθειρόμενοι· χαλεπὰς δὲ θεοὶ δώσουσι μερίμνας.
ἀλλ᾽ ἔμπης καὶ τοῖσι μεμείξεται ἐσθλὰ κακοῖσιν.
180Ζεὺς δ᾽ ὀλέσει καὶ τοῦτο γένος μερόπων ἀνθρώπων,
εὖτ᾽ ἂν γεινόμενοι πολιοκρόταφοι τελέθωσιν.
οὐδὲ πατὴρ παίδεσσιν ὁμοίιος οὐδέ τι παῖδες
οὐδὲ ξεῖνος ξεινοδόκῳ καὶ ἑταῖρος ἑταίρῳ,
οὐδὲ κασίγνητος φίλος ἔσσεται, ὡς τὸ πάρος περ.
185αἶψα δὲ γηράσκοντας ἀτιμήσουσι τοκῆας·
μέμψονται δ᾽ ἄρα τοὺς χαλεποῖς βάζοντες ἔπεσσι,
σχέτλιοι, οὐδὲ θεῶν ὄπιν εἰδότες· οὐδέν κεν οἵ γε
γηράντεσσι τοκεῦσιν ἀπὸ θρεπτήρια δοῖεν·
{χειροδίκαι· ἕτερος δ᾽ ἑτέρου πόλιν ἐξαλαπάξει·}
190οὐδέ τις εὐόρκου χάρις ἔσσεται οὐδὲ δικαίου
οὐδ᾽ ἀγαθοῦ, μᾶλλον δὲ κακῶν ῥεκτῆρα καὶ ὕβριν
ἀνέρα τιμήσουσι· δίκη δ᾽ ἐν χερσί· καὶ αἰδὼς
οὐκ ἔσται, βλάψει δ᾽ ὁ κακὸς τὸν ἀρείονα φῶτα
μύθοισι σκολιοῖς ἐνέπων, ἐπὶ δ᾽ ὅρκον ὀμεῖται.
195ζῆλος δ᾽ ἀνθρώποισιν ὀιζυροῖσιν ἅπασι
δυσκέλαδος κακόχαρτος ὁμαρτήσει στυγερώπης.
καὶ τότε δὴ πρὸς Ὄλυμπον ἀπὸ χθονὸς εὐρυοδείης
λευκοῖσιν φάρεσσι καλυψαμένω χρόα καλὸν
ἀθανάτων μετὰ φῦλον ἴτον προλιπόντ᾽ ἀνθρώπους
200Αἰδὼς καὶ Νέμεσις· τὰ δὲ λείψεται ἄλγεα λυγρὰ
θνητοῖς ἀνθρώποισι· κακοῦ δ᾽ οὐκ ἔσσεται ἀλκή..."




Ησίοδος - Έργα και Ημέραι


Για τα 5 γένη του Ησιόδου πρωτάκουσα όταν ήμουν ακόμη πολύ μικρή. Ήταν η εποχή που κάθε μέρα μετά το σχολείο γυρνούσα σπίτι και διάβαζα ξανά και ξανά εικονογραφημένους τόμους Ελληνικής Μυθολογίας.



Και βαθιά μέσα μου πίστευα πως όλα αυτά που εξιστορούνταν σε αρχαιοελληνικούς μύθους ήταν αλήθεια. Πίστευα ότι οι Θεοί του Ολύμπου, όπως και πολλές άλλες θεότητες, ήταν υπαρκτά πρόσωπα. Πίστευα ότι και η δική μου αληθινή φύση αλλά και όλων των ανθρώπων ήταν θεική και αναρωτιόμουν γιατί η συντριπτική πλειοψηφία το αγνοούσε αυτό και ζούσε τόσο μίζερα μέσα σε τόσα δεινά. Ούτε καταλάβαινα γιατί έπρεπε να υπάρχει ο θάνατος στις ανθρώπινες κοινωνίες.



Χρόνια αργότερα όταν είχα μια καλύτερη αντίληψη κάποιων θεμάτων άρχισα να πιστεύω ότι οι ίδιοι οι άνθρωποι επέφεραν την παρακμή τους και άρχισα να αναρωτιέμαι για τους τρόπους εκείνους που θα μπορούσαν να επιφέρουν σε μια ψυχή μια τόσο μεγαλειώδη κάθαρση ώστε να ξαναγυρίσει στην θεική της υπόσταση...